Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τᾶς ἀγρίας ὅτε: τῆς Σφιγγὸς τῆς ἀσαφοῦς. ἐπεὶ πᾶσι δυσνόητον ἦν τὸ αἴνιγμα πλὴν τοῦ Οἰδίποδος μόνου. διὰ γὰρ τοῦτον ξυνετὸν

ἐπὶ ταὐτοῦ εἴρηκε. τὸ μέλος πᾶσι μὲν τοῖς ἄλλοις ἀσαφὲς, αὐτῷ δὲ μόνῳ σαφὲς καὶ καταληπτόν. ξυνετόν γὰρ τὸ σαφές: — MAB

ὅτε δυσξυνέτου: τὴν ἐξ ἔξωθεν προσληπτέον, τουτέστιν ἐξότε. ὁ δὲ λόγος· ἥτις, Ἐρινὺς, τὸν Οἰδίποδος οἶκον ἀπώλεσεν ἐξότε τὸ τῆς ἀγρίας Σφιγγὸς αἴνιγμα τὸ δυσξύνετον ἐκεῖνο καὶ ἀσαφὲς τοῖς πολλοῖς γνοὺς αὐτὸς αἴτιος αὐτῇ γέγονε θανάτου. φασὶ γὰρ ὅτι λύσαντος τοῦ Οἰδίποδος τὸ αἴνιγμα διεσπάραξεν ἑαυτὴν ἡ Σφίγξ: — MA

ἐξότε: — MiAg

ἀσαφοῦς: — MiAg