Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σὰ δ’ ἔρις οὐκ ἔρις: ἡ ἔρις, φησὶν, οὐκ αὐτὸ μόνον ἄχρι φιλονεικίας τὸ τέλος ἔσχεν, ἀλλ’ ἄχρι φόνων ἐπαλλήλων προελθοῦσα ἄρδην τὸν πάντα οἶκον τοῦ Οἰδίποδος ἀπώλεσεν. τινὲς δὲ οὕτως· ἡ σὴ δ’ ἔρις οὐκ αὐτὸ μόνον ψιλὴ γέγονε φιλονεικία, ἀλλὰ φόνος φόνῳ κρανθείς: — MAB

ἄλλως: τὸ τέλειον κρανθεῖσα, οἷον· οὐκ ἄχρι ψιλῆς φιλονεικίας προελθοῦσα ἡ ἔρις, ἀλλὰ φόνος ἐπὶ φόνῳ κρανθεῖσα: — MAB