Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ Θεσσαλὸν εἰσήγαγεν σόφισμ’ ὁμιλίᾳ χθονός: παροιμία τὸ Θεσσαλὸν σόφισμα· τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην. διαδοθῆναι δὲ τὴν παροιμίαν ἐντεῦθεν. Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι μέλλοντι λόγιον ἐξέπεσεν ἐπιτηρεῖν μὴ λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείν:ους ὑπερβαλέσθαι καθ’ ἑκατόμβης ἀνδρῶν ηὔξατο καταιβασίῳ Ἀπόλλωνι. κατελθὼν δὲ εἰς θυσίαν ἀνθρώπους ἐλογίσατο μὴ πρέπειν θεῷ μηδ’ ἄλλως εὐαγὲς εἶναι καὶ ὑπερέθετο. τοῦτο δὲ ἑκάστου ἔτους δρᾶν τοὺς Θεσσαλούς φασι τὴν θυσίαν ὑπισχνουμένους ἀποδώσειν. ὁ οὖν Εὐριπίδης ἐπὶ τοῦ Ἐτεοκλέους τὸν Πολυνείκην σοφισαμένου τὸ Θεσσαλὸν παρέλαβε σόφισμα. λοιδορεῖ

δὲ τοὺς Θεσσαλοὺς ὁ Εὐριπίδης [fr. 426]· πολλοὶ γάρ εἰσιν, ἀλλ’ ἄπιστα Θεσσαλοῖς. Ἀριστοφάνης ἐν Πλούτῳ [521]· ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν. καὶ ὁ ῥήτωρ [Demosth. 1, 22]· εἰσὶ τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώποις. ὅτι δὲ καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ, ὁ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις [749]· γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλήν. οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλ’ ὡς ἐκ συντυχίας αὐτοῦ πεποιηκότος σχῆμα Θετταλικόν * * οὐχ ὡς Θετταλῶν οὕτω τιτρωσκόντων, ἀλλὰ δι’ ἀπάτης νικώντων: — MAB

ἄλλως: σόφισμα λέγει τὴν ἀπάτην παρόσον οἱ Θεσσαλοὶ παραδίδονται ποικίλοι τὰ ἤθη. θέλει οὖν εἰπεῖν ὅτι σοφίσματι καὶ ἀπάτῃ ἐχρήσατο ὁ Ἐτεοκλῆς· ὑποχωρήσας γὰρ ⟨ἐκ⟩ τῆς συμπλοκῆς τὸν μὲν ἀριστερὸν πόδα λάθρα εἰς τοὐπίσω ἀνάγει τὸ πρόσω τῆς γαστρὸς φυλάττων, τὸν δὲ δεξιὸν προβὰς καὶ ἐπικλίνας ἑαυτὸν οὕτως ἔτρωσε διαμπάξ: — MA

ὁμιλίᾳ χθονός: ὡσεὶ ἔλεγεν· ἑταιρείᾳ καὶ ἔρωτι τῆς πατρίδος ὑπέμεινε σοφίσασθαι τὴν μάχην. ἤρα γὰρ πλέον τῆς πατρίδος διὰ τὸ εἰθίσθαι ἄρχειν. τινὲς δὲ ὁμιλεῖν ἀντὶ τοῦ συμμαχεῖν. Ὅμηρος [Α. 269]· καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών. καὶ [Ε 834]· νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ. ὁμιλίᾳ οὖν ἀντὶ τοῦ συμμαχίᾳ, βοηθείᾳ, τουτέστι· συμμαχῶν τῇ πατρίδι καὶ βοηθῶν ἐξεῦρε τὸ σόφισμα τοῦτο: — MAB

τὴν ἀπάτην: — MgAg

τῇ ἐπιθυμίᾳ τῆς βασιλείας: — MgAg