Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ῥήξεις τ’ ἐνώμων: τὰς τῆς χολῆς ῥήξεις ἐπεσκόπουν τὴν ὄψιν μεταφέροντες. τηροῦσι γὰρ οἱ μάντεις τὰς χολὰς πῶς τὴν ὑγρότητα ἀκοντίζουσιν: — MAB

ἄλλως: τῆς κύστεως τὸ στόμα ἐρίῳ δεσμοῦντες ἐπετίθεσαν τῷ πυρὶ καὶ παρετήρουν πῶς ῥαγήσεται καὶ ποῦ τὸ οὖρον ἀκοντίσει. Σοφοκλῆς ἐν Μάντεσι [frg. 361]· τὰς μαλλοδετὰς κύστεις: — MAB

ὑγρότητ’ ἐναντίαν: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὴν ἐπὶ τῶν ἐναντίων καὶ ἐχθρῶν ἀεὶ ταρασσομένην. οἱ γὰρ θύται εἰ περὶ τῶν ἐχθρῶν βουληθεῖεν μαντεύεσθαι, εἰς τὴν χολὴν ἀφορῶσι· πικροὶ γὰρ οἱ ἐχθροί. ὑγρότητα δὲ λέγει αὐτὴν τὴν χολήν. ἢ ἐναντίαν ὡς πρὸς τὸ πῦρ· ξηρὸν γὰρ τοῦτο: — MABi

ἄλλως: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὸ δὲ ἑξῆς· μάντεις τε μῆλ’ ἔσφαζον ἐμπύρους τ’ ἀκμὰς ἐνώμων (κατὰ κοινοῦ γὰρ τὸ ἐνώμων) ἄκραν τε λαμπάδα ἐνώμων: — MAB

ἐπετήρουν. ἀντὶ τοῦ διέκρινον καὶ ἐσκόπουν. περιφραστικῶς τὴν χολήν: — Mi