Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πεδίον ἀστράπτει: τῷ δοκεῖν ἀστράπτει διὰ τὸ πλὴθος τῶν ὅπλων. οἰκείως δὲ [καὶ] τοῦτο ἅμα τε ἵνα ἀποδειχθῇ τὸ πλῆθος αὐτῶν: — MTA

ἄλλως: τῇ ὑπερβολῇ κατάπληξιν ἐμφαίνει ὅλον λέγων ἀστράπτειν τὸ πεδίον· καίτοι ὀλίγον μέρος αὐτοῦ κατεῖχον οἱ πολέμιοι. οἰκείως δὲ τὸ ἀστράπτειν· τοιαύτη γὰρ ἡ τοῦ χαλκοῦ φύσις εἴ τις ἐν ἡλίῳ κινήσειεν αὐτόν. πῶς δὲ ἐνθάδε κατάχαλκόν φησι τὸ πεδίον, ἐν δὲ τοῖς ἑξῆς φησι [1099] λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν. ἀλλ’ οὐ πάντες ἦσαν λευκάσπιδες. περὶ γοῦν τινός φησι [121] πάγχαλ

κον ἀσπίδ’ ἀμφὶ βραχίονα κουφίζων. ἢ καὶ ἀπὸ τῶν ἄλλων ὅπλων κατάχαλκόν φησι τὸ πεδίον, θωράκων τε καὶ κνημίδων καὶ κρανῶν: — MTAB