Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Παλλὰς ἃ δράκοντος: δοκεῖ Ἀθηνᾶ συμπρᾶξαι τῷ Κάδμῳ κατὰ τῶν Σπαρτῶν. διὸ καὶ ἱδρύσατο ταύτην Ὄγκαν προσαγορεύσας τῇ τῶν Φοινίκων διαλέκτῳ. ἐπεγέγραπτο δὲ τῷ ἱερῷ τούτῳ· Ὄγκας νηὸς ὅδ’ ἐστὶν Ἀθήνης ὅν ποτε Κάδμος εἵσατο βοῦν θ’ ἱέρευσεν ὅτ’ ἔκτισεν ἄστυ τὸ Θήβης: — MTAB

ἄλλως: προνοίᾳ γὰρ Ἀθηνᾶς λίθῳ τὸν δράκοντα ἀνεῖλεν ὁ Κάδμος· ὡς καὶ ἀνωτέρω [667] Παλλάδος φραδαῖσι: — MTA

κατήνυσας ἐφόνευσας: — MgAg