Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλυρον ἀμφὶ μοῦσαν: ἄλυρον μοῦσαν τὸν θρῆνον παρόσον πρὸς αὐλὸν, οὐχὶ πρὸς λύραν, ᾔδοντο οἱ θρῆνοι, ἱερὰν Ἀπόλλωνος νομιζομένην· ἀπενθὴς δὲ θεὸς Ἀπόλλων. Αἰσχύλος [Ag. 1027]· τι ταῦτ’ ἀνωλόλυξας ἀμφὶ Λοξίου· οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν. ἡ ἀμφί δὲ πρὸς τὸ ἔφερες: — MTAB

† τουτέστι· περιέφερες καὶ περιῆγες ἄναυλον καὶ ἀνήδονον ᾠδήν. λέγει δὲ τὸ αἴνιγμα: — AB

ἢ διὰ τοὺς γενομένους θρήνους ἢ διὰ τὰ αἰνίγματα: — MgAgBi