Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πεδαίρουσα: ἀπὸ τοῦ πεδίου μετεωρίζουσα καὶ αἴρουσα εἰς ὕψος: — TAB

ἄλυρον ἀμφὶ μοῦσαν: ἄλυρον μοῦσαν τὸν θρῆνον παρόσον πρὸς αὐλὸν, οὐχὶ πρὸς λύραν, ᾔδοντο οἱ θρῆνοι, ἱερὰν Ἀπόλλωνος νομιζομένην· ἀπενθὴς δὲ θεὸς Ἀπόλλων. Αἰσχύλος [Ag. 1027]· τι ταῦτ’ ἀνωλόλυξας ἀμφὶ Λοξίου· οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν. ἡ ἀμφί δὲ πρὸς τὸ ἔφερες: — MTAB