Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γέγονε γὰρ ἡ Σφίγξ Ἐχίδνης καὶ Τυφῶνος: — MMiAB

† οὗτος δὲ ὁ Τυφὼς εἷς ἦν τῶν Τιτάνων, οὓς ὁ Ζεὺς ἐκεραύνωσε καὶ αὐτὸν δὲ ἐν τῷ Αἴτνῃ κατεκεραύνωσεν, ὅθεν ἔκτοτε ἐν τῷ Αἴτνῃ τὸ πῦρ ὑπανάπτεται: — A

ἐπεὶ ἡ Ἔχιδνα ὑπὸ γῆς κατῴκει: — TAgBi