Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅθεν δόμοισι τοῖς ἐμοῖς: ὅθεν δόμοις τοῖς ἐμοῖς ἦλθ’ ἀρὰ πολύστονος, ὅτε ἐγένετο ποιμνίοις Ἀτρέως ἱπποβότα τέρας ὀλοὸν ἀρνὸς χρυσομάλλου, λόχευμα Μαιάδος τόκου, τουτέστιν· ὅθεν, διὰ τὸ φονευθῆναι τὸν Μυρτίλον, συμφορὰ κατέλαβε τοὺς οἴκους τὴν ἀρχὴν λαβοῦσα ἐξ οὗ ἐγένετο τέρας ἐν τοῖς ποιμνίοις τοῦ ἱπποτρόφου Ἀτρέως τὸ ὀλέθριον, λέγω δὲ τὴν ἄρνα τὴν χρυσόμαλλον, ἣν ὁ Μαιάδος τόκος, Ἑρμῆς, ὑπέβαλεν. τὸ δὲ λόχευμα πρὸς τὸ ἀρνός, τουτέστι τὸ χρυσόμαλλον λόχευμα ἀρνὸς, περιφραστικῶς τὴν ἄρνα: — MTAB

ἄλλως: ἀκολουθεῖν ἂν δόξειε τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι

[frg. 6] εἰς τὰ περὶ τὴν ἄρνα. ὡς καὶ Διονύσιος ὁ κυκλογράφος [frg. 3] φησί. Φερεκύδης [frg. 93] δὲ οὐ καθ’ Ἑρμοῦ μῆνίν φησι τὴν ἄρνα ὑποβληθῆναι, ἀλλὰ Ἀρτέμιδος. ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας τὸν ποιμένα τὸν προσαγαγόντα τὸ ποίμνιον τῷ Ἀτρεῖ Ἀντίοχον καλεῖ: — TAB