Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ Οἰνόμαος πατὴρ τῆς Ἱπποδαμείας. οἱ ἵπποι τοῦ Οἰνομάου ἦσαν ἡ Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ ἱπποκόμος ἦν ὁ Μυρτίλος: — A1

ὁ Οἰνόμαος ἐβασίλευεν ἐν τῇ Λέσβῳ, εἶχε δὲ καὶ ἵππους ταχεῖς, οὓς οὐδεὶς ἐνίκησεν εἰ μὴ ὁ Πέλοψ. εἶχε δὲ ὁ Πέλοψ ἡνίοχον τὸν Κίλλον. ἡ δὲ Ἱπποδάμεια Οἰνομάου θυγάτηρ ἡ καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἐρωμένη καὶ διὰ τοῦτο μὴ ἐκδιδομένη πρὸς γάμον, καθὼς οἱ ἀκριβέστεροι τῶν ἱστοριογράφων γράφουσιν, ἠρᾶτο καὶ παρὰ Μυρτίλου τοῦ ἡνιοχοῦντος τῷ ταύτης πατρὶ, υἱοῦ δὲ ὑπάρχοντος Ἑρμοῦ καὶ Κλεοβούλης τῆς Αἰόλου [ἢ Αἰπόλου] θυγατρός. αὕτη τὸν Πέλοπα ἰδοῦσα ὡραῖον μετὰ τὴν τῶν δώδεκα νυμφίων ἀναίρεσιν ἔρωτι τούτου κατείχετο καὶ τῷ Μυρτίλῳ φησὶ συνεργῆσαι τῷ νεανίᾳ εἰς τὴν κατὰ τοῦ πατρὸς νίκην. ὁ δὲ ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους μὴ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος ἐκπεσόντων τῶν τροχῶν. ἐδίδου γὰρ ὁ Οἰνόμαος τοῖς μνηστῆρσι τὴν Ἱπποδάμειαν ἐπὶ τῶν οἰκείων ἔχειν ἁρμάτων θεὶς πέρας τοῦ δρόμου ἔπαθλον γάμου τὸν Κορίνθιον ἰσθμὸν εἰ δυνηθεῖεν ἀφικέσθαι μέχρι τούτου. αὐτὸς δὲ ὄπισθεν ἐλαύνων μετὰ δόρατος καὶ καταλαμβάνων αὐτοὺς ἀνῄρει. τότε δὲ οὕτω νικηθεὶς δόλῳ καὶ ἀναιρούμενος κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλὴν, ἵνα ὑπὸ Πέλοπος ἀνέληται· ὃ καὶ γέγονεν ὕστερον. διαβληθεὶς γὰρ παρ’ Ἱπποδαμείας ὡς βιάζων αὐτὴν ἢ, ὡς οἱ πολλοί φασι, πειράζων αὐτὴν ῥίπτεται παρὰ Πέλοπος περὶ Γεραιστὸν ἀκρωτήριον. ὁ δὲ τελευτῶν ἀρὰς ἀρᾶται τοῖς Πελοπίδαις δεινὰς, αἳ καὶ πεπλήρωνται ὕστερον γεννηθείσης τῆς χρυσομάλλου ἀρνὸς Ἑρμοῦ βουλαῖς

τοῦ Μυρτίλου πατρὸς ἐν τοῖς Ἀτρέως ποιμνίοις· ὅθεν τὰ δεινὰ τῆς τραγῳδίας ἔπη. ὁ δὲ Γεραιστὸς ἀποθανόντος ἐκεῖ τοῦ Μυρτίλου Μυρτῷον πέλαγος ὠνομάσθη. ὁ δὲ Πέλοψ εἰς Ὠκεανὸν ἐλθὼν καὶ Ἡφαίστῳ ἁγνισθεὶς λαβὼν Πῖσαν τὴν Οἰνομάου βασιλείαν καὶ τὴν Ἀπίαν Πελασγίαν λεγομένην Πελοπόννησον ὠνόμασεν. ἡ δὲ ἱστορία τῆς χρυσῆς ἀρνὸς ἐγράφη ὄπισθεν [812] ὁπότε χρυσέας ἔρις ἀρνός: — Monac.560

ἀντὶ τοῦ ἐξεδίφρευσεν: — MgBi

τὸν Μυρτίλον ἐπὶ τὸ ἀπολέσθαι: — MgBi