Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τῇ τετραΐππῳ πορείᾳ: — MMgTA

ἀντὶ τοῦ ἐξ οὗ: — Mg

προτακτέον τοῦ λόγου τὸ ὁπότε, τουτέστι· καὶ κατεῖδον οἱ ἐμοὶ προπάτορες ἄτας ἐν δόμοις, ἐξ οὗ ὁ Πέλοψ ἐξεδίφρευσεν εἰς θάλασσαν τὸν Μυρτίλον· ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκληται. μηνίσαντος δὲ Ἑρμοῦ τοῦ τούτου πατρὸς ὑποβαλεῖν τοῖς ποιμνίοις χρυσόμαλλον ἄρνα, ἣ πολλῶν αἰτία κακῶν αὐτοῖς γέγονε· τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἑξῆς ἐπάγει. ἀνεῖλε δὲ τὸν Μυρτίλον προσδο

κήσας καὶ αὐτὸς ὁμοίως ὑπ’ αὐτοῦ προδοθήσεσθαι, ἵνα μὴ ἐξείπῃ ὅτι αὐτὸς ἐνίκησε καὶ οὐ Πέλοψ. οἱ δὲ ὅτι μετὰ τὴν νίκην ὡς φίλον συλλαβόμενος τὸν Μυρτίλον ἐξεδίφρευσε ζηλοτυπήσας εἰς Ἱπποδάμειαν: — TAB