Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἴναχος αὐτόχθων πρῶτος βασιλεὺς Ἄργους, δεύτερος Πελασγὸς, τρίτος Δαναός: — MiABi

ὦ γῆν Ἰνάχου: μετὰ τὸν κατακλυσμὸν ἐν ὄρεσιν οἰκούντων τῶν Ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν Ἴναχος καὶ λιμναζόμενον τὸ παρὰ τὸν Ἴναχον πεδίον αὐτὸς ἐκαθάρισε καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμὸν ἀφ’ ἑαυτοῦ Ἴναχον ἐκάλεσε καὶ τὸ Ἄργος Ἰνάχιον. Ἰνάχου δὲ καὶ Μελίας Φορωνεὺς καὶ Φηγεὺς ἐγένοντο. Φορωνέως δὲ καὶ Πειθοῦς ἐγένοντο Αἰγιαλεὺς, Ἄπις. Εὔρωψ, Νιόβη. Νιόβης δὲ Ἄργος ἐγένετο, Ἄργου δὲ Κρίασος, Ἔκβασος, Πείρασος, Ἐπίδαυρος, Τίρυνς. Κριάσῳ δὲ ἀπὸ Μελανθοῦς ἐγένοντο Φόρβας καὶ Κλεόβοια, Φόρβαντι δὲ ἐκ τῆς Εὐβοίας [ἐγένετο] Τριόπας καὶ Μεσσήνη. Τριόπᾳ δὲ ἐκ Σωσίδος ἐγένοντο δίδυμοι μὲν Πελασγὸς καὶ Ἴασος, νεώτεροι δὲ Ἀγήνωρ καὶ Ξἄνθος. ὁ δὲ Πελασγὸς πρῶτος ἄρτου κατασκευὴν ἐξεῦρε πάλαι τῶν ἀνθρώπων τοῖς δράγμασι σιτουμένων καὶ Πελασγικὸν τὸ Ἄργος ὠνόμασεν. Ἰάσου δὲ Ἰὼ ἐγένετο, Ἰσῦς δὲ Ἔπαφος, Ἐπάφου

δὲ Λιβύη καὶ Τηλέγονος, Λιβύης Βῆλος καὶ Ἀγήνωρ· Βήλου δὲ Αἴγυπτος ἐγένετο καὶ Δαναός: — MTAB