Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: τοῦτό σοι, φησὶ, πεισθείην, ὃ μὴ ἀπασχολήσει με τῆς προσεδρίας τοῦ ἀδελφοῦ. ἢ παντελῶς ἀπαρνεῖται τὴν ὑπούργησιν, τουτέστιν· οὐ πείθομαί σοι, ὅτι ἄσχολός εἰμι τῇ προσεδρίᾳ τοῦ ἀδελφοῦ, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. ἔνιοι δὲ λείπειν φασὶ τὸ μή, ἵν’ ᾖ εἰρωνεία· πείθομαί σοι, ὅτι μὴ ἄσχολός εἰμι τῇ τοῦ ἀδελφοῦ προσεδρίᾳ· ἄσχολος γάρ ἐστιν. ἔνιοι ἐν ἐρωτήσει· πῶς οὖν, φησὶ, πεισθῶ ἀσχολουμένη τῇ νοσοκομίᾳ τοῦ ἀδελφοῦ. ἢ ὡς σχολὴν ⟨μὴ⟩ ἄγουσα, ἀντὶ τοῦ· μέγα ἐστὶ τὸ πρᾶγμα. ἢ τάχα τὸ ὡς ἀντὶ τοῦ ὅτε, ἵν’ ᾖ· ὅτε μὴ ἄσχολος. λείπει γὰρ τὸ μή: — MTAB