Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὗ φασι πρῶτον: ὅπου φασι πρῶτον Δαναὸν μετὰ τὸν θάνατον τῶν υἱῶν Αἰγύπτῳ δοῦναι δίκας. αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τὸν φόνον. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις ὁρίσασθαι τὴν ἔχθραν, καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. [ὁ δὲ τόπος ἔνθα] ἡ ⟨δὲ⟩ δίκη συνήχθη περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λεὼν συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται: — MTAB

ἄλλως: ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως [FHG IV p. 627a]· ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἧλθεν εἰς Ἄργος, παῖδας δὲ * * * ὡς μὲν Ἡσίοδος [frg. 50], ἐποίησε πεντήκοντα, ὡς ἐγὼ δὲ, οὐδὲ

εἴκοσι. καὶ Διονύσιος ὁ κυκλογράφος [FHG IV p. 653a] ἐν † τούτῳ τὰ παραπλήσιά φησι. Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος. λέγεται δέ τις ἐν Ἄργει Πρὼν, ὅπου δικάζουσιν Ἀργεῖοι: — MTAB

ἄλλως: οὗ παρῆκεν ὁ Δαναὸς Αἰγύπτῳ δικάσασθαι. ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας ἐν ̄θ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευτέρας [frg. 3], γράφων οὕτως· ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες τοῖς λίθοις ἀπέκτειναν. καὶ τὸν τάφον αὐτῶν δεικνύουσιν καὶ νῦν ἔτι ὑπεράνω τοῦ καλουμένου Πρωνὸς, χῶμα † παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν. τάχα δ’ ἂν τούτου καὶ ἐν Βελλεροφόντῃ μνημονεύοι εἰπών [frg. 307]· καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων στὰς ἐν μέσοισιν εἶπε κηρύκων * *: — MTAB

καὶ ἄλλως: Δαναὸς ἐγένετο Ἄργους βασιλεύς. οὗτος τὰς θυγατέρας ἑαυτοῦ πεντήκοντα οὔσας ἐκδίδωσι πρὸς γάμον τοῖς υἱοῖς Αἰγύπτου πεντήκοντα καὶ αὐτοῖς οὖσιν. οὗτος ἀπῆλθεν εἰς τὸ μαντεῖον χρησόμενος εἰ ἄρα καλῶς ἔγημαν αἱ θυγατέρες. ὁ δὲ θεὸς ἔχρησεν αὐτὸν ἐκ τούτου κινδυνεύσειν. ὁ δὲ ἔπεισε τὰς θυγατέρας ἀνελεῖν τοὺς υἱοὺς Αἰγύπτου. μόνη δὲ Ὑπερμνήστρα ἐφείσατο τοῦ Αυγκέως, καὶ οὗτος ἐβασίλευσεν Ἄργους: — MTAB

τὴν Ἡλιαίαν φησί: — MiBi