Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐγὼ μὲν ἄυπνος πάρεδρος: ἐγὼ μὲν μὴ καθεύδουσα παρεδρεύω ἕνεκα τοῦ μικρὸν ἐμπνεῖν τοῦτον. εἶτα δυσχεραίνουσά φησι τῷ ἀθλίῳ νεκρῷ, ἵν’ ᾖ· νεκρῷ ὄντι ἀθλίῳ. καὶ βεβαίωσις τούτου νεκρὸς γὰρ οὗτος: — MTAB

ἄλλως: ἐγὼ μὲν ἄυπνος θάσσω παρεδρεύουσα τῷ ἀθλίῳ νεκρῷ οὕνεκα σμικρᾶς πνοῆς, ὅ ἐστιν· ὅπως μὴ ἀποψύξας λάθῃ με, φυλάττω: — MTAB