Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ καλῶς δοκοῦν γεγενῆσθαι οὐ καλῶς ἀπέβη τῷ Ὀρέστῃ. τί δέ ἐστι· τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς: — MTB

τὸ νομιζόμενον δὲ εἶναι καλὸν, ὁ κατὰ τῆς μητρὸς φόνος ὅτι ἐπ’ ἐκδικίᾳ τοῦ πατρὸς γέγονεν, οὐ καλὸν τῷ μητροκτονήσαντι: — MTA

ἄλλως: ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ τοῦ πατρὸς ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν, φησὶ, τὸ σῶμα τῶν γονέων, λέγει δὲ τὴν Κλυταιμνήστραν, ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην: — MTA

ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ τὸ ξίφος

ᾑματωμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι σύμβολον τοῦ δικαίως πεφονευκέναι: — MTAB