Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πάλαι παλαιᾶς: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγενημένην συμφοράν. λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς Ἀτρέως καὶ τὴν βορὰν τῶν τέκνων τοῦ Θυέστου, ὡς καὶ ἑξῆς ἐπάγει. ἢ οὕτως· προϋπαρξάσης ἑτέρας κατὰ τὸν ἀνέκαθεν χρόνον συμφορᾶς [τῶν τέκνων αὐτοῦ, εἶτα εὐτυχίας τῆς κατὰ τὸ Ἴλιον, καὶ πάλιν δυστυχίας τῆς νῦν τραγῳδουμένης] ἥτις αὐτοῖς προὐξένησε συμφορὰς ἀτόπους, τῷ μὲν οἰκτροτάτην παίδων βορὰν, τῷ δὲ σφαγὴν ἀνοσίαν τέκνων ἀδελφοῦ. τὸ γὰρ τεκέων ἀντὶ τοῦ τέκνων· ἑξῆς δὲ τεκέων χρόα τεμεῖν πυριγενεῖ παλάμᾳ. ἐπὶ τῶν γονέων δὲ ἔλαβε παρὰ τὸ τεκεῖν ἴσως: — MTAB

† ἀπὸ συμφορᾶς δόμων: ποίας δὲ συμφορᾶς λέγει· ὁπότε παρὰ τοῦ ἀρνὸς ἦλθε τοῖς Ἀτρείδαις μεγάλη συμφορὰ, σφαγαὶ καὶ θοινήματα τῶν γενναίων τέκνων: — A

† Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατό ποτε ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσᾶς ἀρνὸς τῆς εὐχῆς ἠμέλησε καὶ καθείρξας εἰς

λάρνακα ἐφύλαττε. μέγα δέ τι φρονήσας ἐπὶ τῷ κτήματι κομπάζει ἐπὶ τῆς ἀγορᾶς. ἠνίασε τοῦτο Θυέστην, καὶ ὑπελθὼν ὡς ἐρῶν ἔπεισε τὴν Ἀερόπην δοῦναι αὐτῷ τὸ κτῆμα, λαβὼν δὲ ἀντεῖπε τῷ ἀδελφῷ ὡς οὐ δεόντως κομπάζοντι. ἔλεγε δὲ αὐτὸς ἐν τῷ πλήθει δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσᾶν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως Ζεὺς Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα συνθέσθαι λέγων περὶ τῆς βασιλείας καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς ὅτι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτου ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὴν ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου ⟨πλεονεξίαν⟩ τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν: — Ai