Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ μέγας ὄλβος: τὸ ἑξῆς· ὁ μέγας ὄλβος καὶ ἡ ἀρετὴ τῶν Ἀτρειδῶν ἡ μεγαλοφρονοῦσα καὶ ἐν Ἑλλάδι καὶ ἐν Τροίᾳ εἰς τὸ ἐναντίον ⟨ἐκ⟩ τῆς εὐδαιμονίας ἀνῆλθεν, ὅ ἐστιν εἰς δυστυχίαν ἀρχαίαν τὴν τοῖς Ἀτρείδαις συμπεσοῦσαν ἐπὶ τῷ χρυσομάλλῳ ἀρνῷ: — MTAB ἄλλως: τὸ ἑξῆς· ἀπὸ τῆς παλαιᾶς συμφορᾶς τῶν οἴκων τῶν Ἀτρειδῶν ὁ μέγας ὄλβος μεγαλοφρονήσας ἐν Ἑλλάδι καὶ τῇ Τροίᾳ πάλιν εἰς τὴν ἀρχαίαν δυσδαιμονίαν ἔδραμεν, ὡσεὶ ἔλεγεν [πρὸς τὴν κακοδαιμονίαν τὴν ἀρχαίαν]· ὠγκώθησαν ἐπὶ πολὺ οἱ Ἀτρεῖδαι καὶ πάλιν ἐδυστύχησαν: — MTA

† ἄλλως: ὁ μέγας ὄλβος καὶ ἡ περίπυστος κατὰ πᾶσαν τὴν Ἑλλάδα καὶ ἐν Ἰλίῳ τῶν Ἀτρειδῶν εὐδαιμονία καὶ ἀρετὴ εἰς τοὐπίσω πάλιν ἀνέδραμεν εἰς δυστυχίαν ἐξ εὐτυχίας μεταβληθεῖσα καὶ ὥσπερ εἰπεῖν ἀπόρροιαν ἔχουσα ἐκ τῆς παλαιᾶς αὐτῶν ἐκείνης τῆς κατ’ οἶκον συμφορᾶς. ἐκείνη γὰρ ἡ ἔρις αὐτοῖς ἡ περὶ τοῦ χρυσομάλλου ἀρνειοῦ εἰργάσατο ἐλεεινὰ βρώματα καὶ σφαγὰς ἀνοσίους εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὴ φόνου συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον. καὶ τὸ νομιζόμενον εἶναι καλὸν οὐ καλόν ἐστι, λέγω δὴ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας ἀσεβῶν ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ [γε] τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. μέλλουσα γὰρ τελευτᾶν ἡ Τυνδάρεω, Κλυταιμνήστρα, φόβῳ τοῦ θανάτου ἀνεβόησεν ἡ δυστυχής· Ὀρέστα, τολμᾷς τὸν κατὰ τῆς μητρὸς φόνον. ὅρα δὴ καὶ σκόπει, μή πως τῆς εἰς τὸν πατέρα τοιαύτης τιμωρίας ἀνταλλάξῃς δύσκλειαν ἀθάνατον. οὔτε

γὰρ νόσος οὔτε αἷμα οὔτε τις ἑτέρα συμφορὰ μείζων γένοιτ’ ἂν ἐν ἀνθρώποις μητροκτονίας: — TAB