Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀσχάλλων πατρῷον: λείπει ἡ διά. τὸ δὲ ἑξῆς· καὶ τίς ἄν γέ με οἰκτίσειεν ἀσχάλλων διὰ τὸν τοῦ πατρὸς θάνατον: — MTABBi

πάντα ταῦτα ἴσασιν οἱ Ἕλληνες, καὶ πρὸ ὀφθαλμῶν εἰσιν: — Mi

† οἷον· ἡ εὐγένεια καὶ τὸ ἀπελθεῖν εἰς τὸ κριτήριον εὐθαρσῶς καὶ ὁ θάνατος τοῦ πατρὸς, ταῦτα πάντα παρὰ τῶν Ἑλλήνων γινώσκονται πρὸ ὀφθαλμῶν ὄντα καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται: — Bi