Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ προσήκομεν κολάζειν: οὐχ ὑποταττόμεθα οἷον ἐν τῇ τῶν Φωκέων γῇ τούτοις, τοῖς Ἀργείοις, ὥστε ἡμᾶς κολάζειν, ἀντὶ τοῦ κολάζεσθαι: — MTA

οὐ προσήκομεν κολάζειν: οὐχ ὑποτασσόμεθα τούτοις εἰς τὸ τιμωρεῖσθαι ἡμᾶς οὐδ’ ὑποκείμεθα, ἀλλὰ τοῖς Φωκεῦσιν: — B

ἄλλως: ἰδίως εἶπε· τὰ γὰρ ἐπιτίμια τῆς ἀδικίας ἡ ἀδικουμένη πόλις εἴωθεν ἐπιτιθέναι: — TAB

ἄλλως: θαρσύνων αὐτόν φησιν ὅτι οὐ προσήκομεν εἰς τὸ κολάζεσθαι τοῖς Ἀργείοις: — TAB