Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: μάτην ἄρα, φησὶν, ὧ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὦν ἠτύχεις. τὸ γὰρ πράσσων κακῶς ἀντὶ τοῦ ἀδίκως, τουτέστιν· οὐ φίλοις ἄρα οὐδ’ εὐγνώμοσιν [ἀμοιβαῖς] ἀνδράσιν ἐπόνεις, ὦ πάτερ, καὶ κατὰ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους, ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως· οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὧ πάτερ, ἀλλ’ ἀναισθήτοις εὐεργέτεις καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις ὅτι μήτε ὑπὲρ φίλων μήτε αὐτὸς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως· [εὐτυχῶν] οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν: — MTAB