Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ παῖ Κλυταιμνήστρας: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ Εὐριπίδης. νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι καὶ ἀήθως πάνυ

οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσι, καὶ ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον, ἅμα δὲ δυσωπεῖ τὴν Ἠλέκτραν καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προτάσσουσα. ἀ⟨να⟩κολούθως δὲ καὶ τὸ διὰ μέσου. τὸ δὲ ἑξῆς· μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ· ὦ πολυχρόνιε παρθένε: — MTAB

ἄλλως: παρθένε μακρὸν δὴ μῆκος: ὅ ἐστι· πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν ὡς αἰτίαν ἐχούσης καὶ διὰ τοῦτο μὴ γαμουμένης. καὶ διὰ τούτου παρεμφαίνει ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον: — MTAB