Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

εἰς οἶον ἥκω: ἀλλὰ τί, φησὶ, μωραίνω τὸ παρὰ ταύτης σωθήσεσθαι παραιτούμενος. ἀνάγκη γάρ ἐστι καὶ πρὸς τοῦτο καταβαίνειν οἰκτρότητος καὶ πάντα ὑπομένειν κἂν αἰσχύνην μοι φέρῃ. οὐ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ πᾶς ὁ οἶκος ὁ ἐμὸς κινδυνεύει: — MB

† ἔστι δὲ καὶ ἑτέρα ἐκδοχὴ τούτου, συναπτομένου τοῦ ταύτης ἱκνοῦμαι πρὸς τὸ ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε, εἴγε ὡς τοῦ Μενελάου ἀπεστραμμένου τὴν ἱκεσίαν αὐτὸς δυσφορῶν λέγει· δυστυ

χῆς ἐγὼ εἰς ἄπορον ἥκων κακῶν καὶ οὐκ ἔχων οὐδεμίαν καταφυγήν. καὶ πάλιν διαλαβὼν θαρσύνει ἑαυτὸν καί φησι· τί δεδοίκαμεν τὸν θάνατον· καρτερεῖν δεῖ καὶ φέρειν ἀναγκαίως τὰ παρὰ τοῦ δαίμονος: — B

† τί δὲ, φησὶ, παραιτοῦμαι τὴν αἰσχύνην· πάσῃ μοι μηχανῇ ποριστέον τὴν σωτηρίαν. οὐχ ὑπὲρ μικρῶν γάρ μοι ὁ κίνδυνος, ἀλλ’ ὑπὲρ παντὸς τοῦ οἴκου ἐστίν: — A1B

γράφεται χρή: — Mg