Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ· πρὸς ταύτης σε ἱκετεύω: — MgAgBi

ταύτης ἱκνοῦμαι σ’: ἀντὶ τοῦ πρὸς ταύτης ⟨σε⟩ ὁρκῶ βοηθῆσαί μοι. ἢ δέομαί σου πρὸς ταύτης ὅπως ἄν μοι βοηθήσειας. εἰς τιμὴν αὐτῆς. τὸ δὲ ἑξῆς ἠρέμα καθ’ ἑαυτὸν λέγει οἰκτείρων ἑαυτὸν ὅτι μέχρι τοσούτου προῆλθεν αὐτῷ τὰ τῆς δυστυχίας, ὡς διὰ τοῦ μεμνῆσθαι τῆς Ἑλένης προσδοκᾶν βοηθείας τυχεῖν. ἀνάξιον γὰρ ἑαυτοῦ ἡγεῖται τὸ καὶ μόνον μεμνῆσθαι τοιαύτης γυναικὸς, μήτι γε καὶ δοκεῖν σῴζεσθαι δι’ αὐτῆς: — MTA1B

† δυστυχὴς οὖν, φησὶν, ἐγὼ εἰς τοιοῦτον κακὸν ἐλθών. διὰ γὰρ γυναικὸς τῆς πᾶσιν Ἕλλησι κακῆς σωθήσεσθαι προσδοκῶ: — TB