Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

αὐτὸ τοῦτο τοὺς φίλους: λείπει ἡ κατά, ἵν’ ἦ· κατ’ αὐτὸ τοῦτο δεῖ τοὺς φίλους βοηθεῖν τοῖς φίλοις, ὅ ἐστι κατὰ τὸ ἀδύνατον: — MTBi

ἄλλως: ἀλλὰ λέγεις, φησὶν, ὅτι ἀδύνατόν ἐστι τὸ βοηθῆσαί μοι, ἐγὼ δέ σοι ἀντείποιμι ἂν ὡς μάλιστά μοι διὰ τοῦτο ὀφείλεις συμβαλέσθαι εἰδὼς ὅτι ἐν τοῖς ἀδυνάτοις δεῖ τῶν φίλων: — MTAB

† ἄλλως: ἀλλὰ ἐρεῖς, φησὶν, ὅτι ἀδύνατόν ἐστι βοηθῆσαι. εἶτα ἔξωθεν προσληπτέον· καθὸ μέγα ἐστὶ καὶ ἀσύγγνωστον τὸ ἁμάρτημα, ὅπερ ἀπεσιώπησεν Ὀρέστης. ἀλλὰ κατὰ τοῦτο, φησὶ, καθὸ ἀδύνατον εἶναι δοκεῖ, βοήθησον· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται: — TAB