Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τουτέστι πλέον ἢ ἐγὼ δύνασθαι. ὁ γὰρ εὖ πράσσων τοῦ μὴ πράσσοντος πλέον δύναται λογίζεσθαι τὰ πρὸς σωτηρίαν: — MTAB

πλέον φέρεσθαι: ἀντὶ τοῦ χάριν ἔχειν καὶ ὁμολογεῖν, παρὰ τὸ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργετοῦντος καὶ συνέρχεσθαι τούτῳ. ἀντὶ τοῦ· δεῖ σε, φησὶν, ἐμοῦ δυστυχοῦντος τοῦ πλείονος μετέχειν τῆς δυστυχίας κἀμὲ ἐφ’ οἷς σοι μεταδίδωμι τῆς συμφορᾶς συγγνώμην ἔχειν, ἀντὶ τοῦ χάριν, παρὰ τὸ ὁμοῦ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργέτου: — MTA

χάριν σοι, φησὶν, ὁμολογήσω σῳζόμενος μόνον παρὰ σοῦ κἂν μὴ τῷ ὁμοίῳ τρόπῳ σῴζῃς ἐμέ: — MTBiBi

† πλέον τι, φησὶν, ἢ ἔλαβες χάριτος ἀγωνίζεσθαι: — TA

† τινὲς οὕτως· δεῖ γάρ σε πλέον φέρεσθαι καὶ λογίζεσθαι εἰς σωτηρίαν εὖ πράσσοντα ἐμοῦ κακῶς πράσσοντος. οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται βουλεύεσθαι τῶν κακῶς πρασσόντων: — TA