Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ τέλειον χρή με: — MgT

ἀδικῶ· λαβεῖν χρή μ’: κατὰ συλλογισμόν φησιν· ἀλλὰ λέγεις ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε βαρβάρους. δεῖ γάρ με ἀντὶ τῆς ἀδικίας ἐκείνης καὶ τοῦ κακοῦ ἐκείνου ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν· εἰ κρίνοις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις: — MTB

ἀδικῶ· λαβεῖν χρή μ’: οἷον· ὁμολογῶ ἀδικεῖν· δός τι καὶ σύ μοι ἄδικον καὶ ἀδίκησον δι’ ἐμέ: — TABi

ἄλλως: ὁμολογῶ ἀδικῆσαι φονεύσας τὴν μητέρα. ἀλλ’ ὅμως χρὴ καὶ σὲ ἀδικῆσαι δι’ ἐμὲ, ὅτι καὶ ὁ πατήρ μου ἠδίκησε διὰ σέ: — A

† ἄλλως: εἰ καὶ ἄδικον ἐποίησα φονεύσας τὴν μητέρα, ἀλλὰ σὺ ἐν τοιούτῳ μοι κακῷ ὄντι παραστῆναι ὀφείλεις καὶ ὅση δύναμις ὑπὲρ ἐμοῦ ἀγωνίσασθαι· ἐν τούτῳ γὰρ μάλιστα δειχθήσῃ γνήσιος φίλος, ἐπὶ ὁμολογουμένοις κακοῖς μοι συνερχόμενος. εἰ γὰρ τὰ δίκαιά μου παντελῶς ἔρρωτο, τῆς παρ’ ἑτέρων ἐπικουρίας οὐκ ἐδεόμην. ἐν ἤθει ἀναγνωστέον ἀδικῶ καὶ στίζειν. εἶτα ἀπὸ ἄλλης ἀρχῆς λαβεῖν χρή μ’ ἀντὶ τοῦδε τοῦ κακοῦ, οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδικόν τι αἰτῶ, καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ ἀντὶ τῆς παρὰ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲν εἶπε καθ’ ὑπόθεσιν: — TAB

† ἄλλως: ἀλλ’ ἀδικῶ, φὴς, εἰς ἐπικουρίαν παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμέ· προσήκει γὰρ κἀμὲ ἐπικουρίαν λαβεῖν παρὰ σοῦ κἂν ἄδικος ᾗ· κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ ὁ ἐμὸς πατὴρ ἠδίκησεν ἐπιστρατεύσας κατὰ βαρβάρων οὐκ ἰδίας ἑαυτοῦ χρείας ἕνεκεν, ἀλλὰ σοὶ χαριζόμενος. εἰ οὖν, φησὶν, ἀδικίαν ταύτην φὴς εἶναι τὸ βοηθηθῆναί με παρὰ σοῦ, καὶ τοῦτο κἀγὼ τὸν ἐμὸν πατέρα ἠδικηκέναι φημὶ ὅτι σοὶ βεβοήθηκεν. ὅθεν σὺ ἀντίδος ὑπὲρ τῆς ἀδικίας ταύτης, ὡς φὴς ἐπικουρίας χάριν ὁμοίαν κἂν ἄδικος ᾖ κατά γε τὸν σὸν λόγον. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ σοὶ δεομένῳ βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις ἐν καιρῷ τὴν ἀμοιβὴν ἀποδιδούς. κατὰ γὰρ συλλογισμὸν προῆκται ὁ λόγος: — T