Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

στεῖχ’ ὡς ἀθορύβως: πορεύου, ὅπως ὁ προσελθών μοι λόγος τοῦ γήρως τοῦ σοῦ ὑπείκοντος ἀθορύβως πρὸς τὸν Μενέλαον γένηται: — MTAB

ποῖ σὸν πόδ’: ὡς τῷ ποδὶ τὸ ἔδαφος περιγράφοντος αὐτοῦ

καὶ διστακτικῶς ἀναλογιζομένου εἰ δέοι βοηθεῖν, ὅπερ ποιοῦσιν οἱ ἀμηχανοῦντες ἐν πράγματι: — MTAB

ὅπῃ τράπωμαι: ποῦ τῆς τύχης τράπωμαι, πότερον σοὶ συνέλθω ἢ Τυνδάρεῳ: — MTAB

μὴ νῦν πέραινε: μηδ’ οὖν τὸ δοκοῦν σοι εἰς πέρας ἄγε, πρὶν ἀκούσῃς τοὺς ἐμοὺς λόγους. ἐπεὶ γὰρ ἐν ἑαυτῷ βουλευόμενός φησι διὰ τὴν τύχην ἀμηχανεῖν ὅπῃ τράπηται, παραινεῖ αὐτῷ μήπω τῇ δοκήσει πέρας ἐπιτιθέναι πρὶν ἀκοῦσαι τοὺς αὐτοῦ λόγους, καὶ οὕτως βουλεύσασθαι: — MTAB

οὖ σιγὴ λόγου: οἷον· ἔστιν ὅπου ἡ σιγὴ κρείσσων τοῦ λόγου καὶ ἔστιν ὅπου ὁ λόγος τῆς σιγῆς κρείσσων: — MiTAB