Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ πρέπουσαν: — MgB

ταύτην ὁσίαν δίκην φησὶ, τὸ φυγαδεῦσαι μόνον αὐτήν: — B

ὁσίαν διώκοντ’. ἀντὶ τοῦ κατηγοροῦντα. καὶ οὕτως ἂν,

φησι, τοῦ κακοῦ τὸ σῶφρον ἐπελέξατο διώκων καὶ μὴ φονεύων καὶ τὴν πρέπουσαν τιμωρίαν ἀπῄτησεν ἂν ἐκβαλὼν τὴν μητέρα καὶ νόμῳ πειθαρχῶν ἐφαίνετο. ἢ οὕτως· ἀνθ’ ἦς ὑπέμεινε συμφορᾶς ἔδοξεν εἶναι σώφρων: — MTAB

ἄλλως: εἰ φυγῇ μόνον ἦν ζημιώσας τὴν μητέρα, οὕτως ἂν ἔδοξε σωφρόνως κεχρῆσθαι τῇ τιμωρίᾳ τῇ κατὰ τῆς συμφορᾶς τοῦ πατρός [ἢ τῆς μητρός: — MTAB