Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

φείδου δ’ ὀλιγάκις λέγειν κακά: λείπει τὸ ὥστε· ἤκουσα, ὥστε φείδου λέγειν τὰ κακά. οἷον· παραιτοῦ τὰ κακὰ πολλάκις λέγειν. ὀλιγάκις δὲ ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς [Ε 800]: — MTAB

† ἄλλως: οὕτως συντάξεις· φείδου λέγειν τὰ κακά, ἀντὶ τοῦ· πεφεισμένως λέγε τὰ κακά. ὀλιγάκις δὲ ἀντὶ τοῦ καὶ ὀλιγάκις, τοῦ δέ ἐνταῦθα ἀντὶ τοῦ καί κειμένου: — A