Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅδ’ εἰμὶ μητρός: ἤτοι ὅτι μετανοεῖ ἀνελὼν αὐτήν, ταλαίπωρόν φησιν· οὐ γὰρ πρὸ πράξεως καὶ μετὰ τὴν πρᾶξιν οἱ αὐτοὶ τυγχάνομεν· ἢ προσαγόμενος αὐτὸν εἰς ἔλεον διὰ τοῦ καθομολογεῖν τὴν ἀνοσίαν ἑαυτοῦ πρᾶξιν· ἢ ὑπομιμνήσκων αὐτὸν ὅτι ἔκδικος τοῦ πατρὸς ὑπάρχει. τὸ δὲ ταλαίπωρος παρὰ τὴν πώρην, ὃ δηλοῖ τὸ πένθος. Ἀντίμαχος [frg. 58]· πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος. ἀντὶ τοῦ πένθος: — MTAB