Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὡς εὐτυχοῦντας: εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτοῖς προκόπτειν. καὶ ὁ Μενέλαος τοίνυν ἔφεδρος ὢν τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται: — MTAB

ἄλλως: τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην καὶ τὸν ἐκείνου θάνατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μητέρα ὡς σῳζομένους, παρ’ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θάνατον. τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς: — MTAB

τὸ εὐτυχοῦντας κακοήθως: — MT

τῶν ἁλιέων, ἀπὸ τοῦ κτυπεῖν ταῖς κώπαις. ἢ τῶν ναυτῶν: — MiBi