Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

περιπεσὼν πανυστάτοις: περισσὴ ἡ περί. καί ἐστιν ὁ νοῦς· ἀποθανὼν, πεσὼν, ἀπολωλὼς τοῖς πανυστάτοις λουτροῖς τῆς ἀλόχου. ἢ περιπεσών ἀντὶ τοῦ συντυχὼν τοῖς λουτροῖς τῆς ἀλόχου· λουσαμένῳ γὰρ τὸν χιτῶνα περιήγαγεν· ὡς ἐν Ἑκάβῃ [1281]· κτεῖν’ ὡς ἐν Ἄργει φόνια λουτρά σ’ ἀναμένει. — MTAB