Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κατέκλυσεν δεινῶν: κλύζεσθαι παρεσκεύασεν. ἄστατον ὄντα ὑπὸ τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος [Α 467]· αὐτὰρ ἐπεὶ παύσαντο πόνου. ὡς γὰρ κλύζεται ναῦς ἐν θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης ῥεῦμα μεταπίπτει ταχύ: — MTB

† ἀνὰ δὲ λαῖφος: οὕτως κλύζεσθαι δαίμων τις παρεσκεύασεν ὑπὸ ἀστάτων ἔργων, δηλονότι τὸν ὄλβον, ὡς λαῖφος ἀκάτου θοᾶς ἀνατινάξας κλύζεσθαι ἐποίησεν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις: — TA

† καὶ ἄλλως: ἀνατινάξας γὰρ δαίμων τις, ὅ ἐστιν ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πέμψας, δηλονότι τὸν ὄλβον, οὕτως κλύζεσθαι ἐποίησεν ὑπὸ τῶν ἀστάτων ἔργων ὡς ναῦν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. τὸ γὰρ λαῖφος ἀκάτου θοᾶς περιφραστικῶς τὴν ναῦν: — TA