Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅ σ’ ἀναβακχεύει: διχῶς στίζουσιν. ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμήν· τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ, ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον, [ἢ] ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ. πρὸς δὲ τὴν δευτέραν στιγμὴν οὕτως· τίς οὗτος ἔρχεται φόνιος ἀγὼν, ⟨ᾧ, τῷ ἀγῶνι,⟩ δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σὰς, ὅ ἐστιν· ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους καὶ μὴ ἠρεμεῖν αὐτὸ ἐῶν ἀτιμώρητον: — MTB

ὅ σ’ ἀναβακχεύει: τινὲς στίζουσιν εἰς τὸ ὅ σ’ ἀναβακχεύει, ἵν’ ᾖ ὅπερ σε, τὸ αἷμα. γράφεται δὲ καὶ ὅς σε ἀναβακχεύει, ἀλάστωρ ⟨ὅς⟩ σε ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ: — MiT

† ὅ σ’ ἀναβακχεύει: τουτέστιν· ὅπερ, ⟨τὸ αἷμα⟩ τῆς μητρὸς, ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον: — B