Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ποτνιάδες θεαί: μανιοποιοί. Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον τὸν Βελλεροφόντου πατέρα ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν καὶ Γλαῦκος * * γευσάμενον * * ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς θάλασσαν [ὁ Ἀνθηδόνιος]: — MTAB

ἀπὸ ⟨τῶν⟩ Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν Γλαῦκον: — MiTBi