Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐκ ἔστι· σὺν σοί: ἐπειδὴ εἶπεν αὐτῇ εἰ προλείψεις με, φησὶν οὐκ ἔστι, ἀντὶ τοῦ· οὐ προλείψω σε: — MTABi

καὶ ζῆν· ἔχει γὰρ ταὐτόν: τὸ ζῆν με καὶ ἀποθανεῖν ταὐτόν ἐστιν, ἐὰν σὺ τελευτήσῃς. ἢ τὸ ἔχει ἀντὶ τοῦ σχήσει· ὁ δὲ λόγος· ἐὰν σὺ ἀποθάνῃς, ταὐτόν μοι πάθος γενήσεται, ὅ ἐστι· κἀγὼ συντεθνήξομαί σοι: — MTAB

ἕξει γὰρ ταὐτόν με πάθος, ὅπερ καὶ σέ: — MiAg