Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Φοίβου δ’ ἀδικίαν μέν: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος καὶ δι’ ὧν ἐδόκει μὴ κατὰ τοῦ Ἀπόλλωνος λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα: — MiTAB

τί δεῖ κατηγορεῖν: τὸ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ ἄδικος μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα: — MiTAB