Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν: — Mi

ἐπίσημον ἔτεκε Τυνδάρεως: Στησίχορός φησιν ὡς θύων τοῖς θεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο· διὸ ὀργισθεῖσαν τὴν θεὸν διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ποιῆσαι. ἔχει δὲ ἡ χρῆσις οὕτως [frg. 26]· οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μόνης λάθετ’ ἠπιοδώρου Κύπριδος, κείνα δὲ Τυνδάρεω κούραις χολωσαμένη διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορας. καὶ Ἡσίοδος δέ [frg. 117]·

τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην. Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦσ’ ἐβεβήκει, ἵκετο δ’ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν. ὣς δὲ Κλυταιμνήστρη ⟨προ⟩λιποῦσ’ Ἀγαμέμνονα δῖον Αἰγίσθῳ παρέλεκτο, καὶ εἵλετο χείρον’ ἀκοίτην. ὣς δ’ Ἑλένη ᾔσχυνε λέχος ξανθοῦ Μενελάου: — MTAB

ἀντὶ τοῦ πολυθρύλητον. περισσὸν δὲ τὸ ἄρθρον: — Mg