Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἦ καὶ ἐπὶ γῆς ἐφίεσαι τοὺς πόδας κινῆσαι, ὅ ἐστι περιπατῆσαι· τὸ γὰρ τῇ γῇ ἁρμόσαι χρόνιον ἴχνος πάντων γλυκύτατον. ἡ γὰρ μεταβολή, ὅ ἐστιν ἡ ἐκ τόπου εἰς τόπον ἄμειψις, μεγίστην τὴν ὠφέλειαν παρέχει. τὸ δὲ χρόνιον ἴχνος σημαίνει * * οἱ δὲ τὸ κατακεῖσθαι αὐτὸν ὑπὸ τῆς νόσου· αὕτη γὰρ κώλυμα αὐτῷ τοῦ μὴ περιπατεῖν: — T

μεταβολὴ πάντων γλυκύ: προσυπακουστέον τὸ κακῶν. κεκωμῴδηται δὲ ὁ στίχος. τὸ γὰρ ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν οὔκ ἐστιν ἡδύ. φησὶ γοῦν ὁ κωμικός [frg. anon. 327]·

ὁ πρῶτος εἰπὼν μεταβολὴ πάντων γλυκύ οὐχ ὑγίαινε, δέσποτ’. ἐκ μὲν γὰρ κόπου γλυκεῖ’ ἀνάπαυσις, ἐξ ἀλουσίας δ’ ὕδωρ
καὶ τὰ τοιαῦτα·
ἢν δ’ ἐκ πλουσίου πτωχὸν γενέσθαι, μεταβολὴ μὲν, ἡδὺ δ’ οὔ. ὥστ’ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ: — MTAB