Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

αὐχμηρὸν ῥυπαρόν: — MgB

πίνος ὁ ῥύπος· πίνῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει [Apoll. Rh. II 200]: — MiTB

ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα· κατὰ ἀναστροφὴν εἶπεν· οὐ γάρ ἐστι τῶν βοστρύχων τὸ κάρα, ἀλλὰ τοῦ κάρατος οἱ βόστρυχοι.

ἢ ὅτι οὐδὲν ἄλλο ἐπιλείπεται τῇ κεφαλῇ ἢ μόνον οἱ βόστρυχοι,

ἵν’ ᾖ οὕτως· ὦ τῶν βοστρύχων ἄθλιον κάρα. παρακαθίσασα δὲ ἔξωθεν καὶ εἰς πλευρὸν δεξαμένη τὸν Ὀρέστην ταῦτα λέγει: — MTAB