Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

στόματος ἀφρώδη: τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ: — MTABi

πέλανον: κυρίως πέλανος. τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς

θυσίας, παρὰ τὸ πεπλατύνθαι. οἱ δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγός. ἔνιοι παρὰ τὴν παιπάλην· ἐκ γὰρ ταύτης ὡς ἐπὶ τὸ πλεῖστον γίνεται. ἢ παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι· Ὅμηρος [Κ 7]· ἐπάλυνεν ἀρούρας. λευκὸν γὰρ τὸ πέμμα. οἱ δέ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς δι’ αὐτῶν: — MTAB