Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
† ἐπίκουρον νόσου: φυσικῶς αὐτὸ εἶπεν· παραμύθιον γὰρ τῶν κακῶν οἶδε τὸν ὕπνον: — A
ὦ πότνια λήθη τῶν κακῶν: πότνιαν εἶπεν αὐτήν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. τὸ δὲ ὡς εἶ σοφή ἀντὶ τοῦ· λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλὴ τῶν κακῶν ἐστιν ἡ λήθη: — MTAB