Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

θωΰξασ’ ἔβαλες: ἀγρίως βοήσασα. τὸ γάρ ὦ τάλας γεγωνότερον εἶπεν ὁ χορός: — MTAB

θωΰξασα: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ ἐχρήσατο θρηνώδει ὁ χορὸς γραφῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς. ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων προσώπων δηλοῦται, οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἕτερός φησιν· ἀκούεις, ὡς στένει . — MTB

γράφεται καὶ † ἐλάσασα: — Mg

ἀπὸ τοῦ σὺ γάρ νιν ἕως τοῦ θωΰξασα τὸ κῶλον: — MiBi

ἡ ἐξ πρόθεσις πρὸς τὸ ἔβαλες, ἐξέβαλες δὲ ἀντὶ τοῦ ἐξήγειρας: — MiBi