Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπὶ φόνῳ χαμαιπετεῖ: θορύβου, φησὶ, γενομένου ἦλθεν ἡ Ἑρμιόνη. χαμαὶ οὔσῃ τῇ Ἑλένῃ. μελλούσῃ πίπτειν μετὰ τὸ φονευθῆναι: — MTB

ἄλλως: ἢ τεθορυβημένος οἴεται αὐτὴν πεπτωκέναι ἢ χαμαιπετεῖ τῷ μέλλοντι πεσεῖσθαι: — MTB

ἄλλως: οὐ τῷ πεσόντι ἐπὶ γῆς· οὐδὲ γὰρ ἐφόνευσαν αὐτήν. ἀμέλει μετὰ μικρόν φησιν ὅτι διωκομένη ἐξ αὐτῶν ἀφανὴς ἐγένετο: — MTB

χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν ἢ τεθορυβημένος οὐκ ἀκριβολογεῖται: — MiT