Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὀβρίμα ὀβρίμα: ὀβρίμαν αὐτήν φησιν, ἐπεὶ λέουσιν ὀχεῖται· ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυγχάνουσιν. μέλλων διηγεῖσθαι ὁ Φρὺξ ἅπερ ἐτεθέατο ἔνδον, τὴν Ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον. Ἰδαίαν δὲ ἀντὶ τοῦ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν θεόν. ὀβρίμαν δὲ τὴν ἰσχυρὰν καὶ φοβεράν. ὁ δὲ λόγος· φεῦ φεῦ τῶν ἀνόμων κακῶν, ὦ μῆτερ Ῥέα, ἅπερ τεθέαμαι ἔνδον κατὰ τοὺς οἴκους. καλεῖται δὲ καὶ Ἀνταία· τοῖς Φρυξὶ γὰρ ὑπαντῶσι φοβερά ἐστιν: — MTB