Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔρροι τᾶς ἡσύχου: φθειρέσθω, φησὶν, οὗτος ἐπὶ κακουργίᾳ ἥσυχος ὢν, προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακοῖς: — MTBi

ἄλλως: διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας. ἥσυχον δὲ αὐτήν φησι τὴν ἀπροσδοκήτως πάντας ἀμυνομένην, πρόνοιαν δὲ τὴν εἱμαρ

μένην. τινὲς οὕτως· οἰμωζέτω κακοῦργος ὢν μετὰ ἡσύχου προνοίας: — MTB

ὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ· οἱ δή. οὗτοι δὲ, φησὶν, ἔνδον εἰσελθόντες εἰς τοὺς θαλάμους ἧς ἔγημε γυναικὸς τοξότης Πάρις, τοὺς ὀφθαλμοὺς δακρύων πεπληρωμένοι καὶ τῷ σχήματι ταπεινοὶ ἕζοντο παρ’ ἑκάτερον μέρος τῆς Ἑλένης, ὁ μὲν ἐκ δεξιῶν, ὁ δὲ ἐξ εὐωνύμων, πεφραγμένοι ξίφεσιν: — MiTB