Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† τί τἄρρητα: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλέκτρας ἐκλαληθῆναί φησιν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ ἐνδεχόμενα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι [χρεών]. ἤτοι ἀπαριθμήσασθαι, ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι: — A

διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμηνεν. ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται. ἢ ὡς παρθένος παραιτεῖται λέγειν διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὴν ἄθεσμον Αἰγίσθου γονήν. ἐκ γὰρ Πελοπίας τῆς θυγατρὸς ἐποίησεν αὐτὸν Θυέστης: — MTAB