Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Γανυμήδεος ἱπποσύνα: ἢ τοῦ ἱππικοῦ Γανυμήδους ἢ ὦ ἱππικὴ Δαρδανία. τὴν Δαρδανίαν ἱπποστάσιον εἶναί φασι τοῦ Γανυμήδους. τὴν αὐτὴν δέ φησι Τροίαν καὶ Δαρδανίαν. τινὲς δὲ οὐχ ἵππους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι δεδόσθαι ὑπὲρ Γανυμήδους,

καθάπερ ἐν κύκλῳ λέγεται· ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείην φύλλοισιν † ἀγανοῖσι κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας πατρὶ δῶκεν· αὐτὰρ ὁ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί: — MTB